Κυριακή 1 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 001
Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη

🔆 Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν 
καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη 
καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.
🔆 ἀλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, 
καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. 
🔆 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον 
παρὰ τὰς διεξόδους τῶν ὑδάτων, 
ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, 
καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· 
καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.
🔆 οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, 
ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος 
ἀπὸ προσώπου τῆς γῆς.
🔆 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, 
οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
🔆ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, 
καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.