🔆 Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν
καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη
καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.
🔆 ἀλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ,
καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
🔆 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον
παρὰ τὰς διεξόδους τῶν ὑδάτων,
ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ,
καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται·
καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.
🔆 οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως,
ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος
ἀπὸ προσώπου τῆς γῆς.
🔆 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει,
οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
🔆ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων,
καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.