Εμφάνιση αναρτήσεων με ετικέτα ΨΑΛΜΟΙ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΨΑΛΜΟΙ. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 24 Μαΐου 2017

Δαυΐδ, Ψαλμὸς 144ος —

Αἴνεσις τοῦ Δαυΐδ.

ΥΨΩΣΩ σε, ὁ Θεός μου ὁ βασιλεύς μου,
καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα

καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε
καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
μέγας Κύριος καὶ αἰνετὸς σφόδρα,
καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.
γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου
καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι.
τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου
λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται.
καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι
καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.
μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου
ἐξερεύξονται
καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος,
μακρόθυμος καὶ πολυέλεος.
χρηστὸς Κύριος τοῖς σύμπασι,
καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου,
καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.
δόξαν τῆς βασιλείας σου ἐροῦσι
καὶ τὴν δυναστείαν σου λαλήσουσι
τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων
τὴν δυναστείαν σου καὶ τὴν δόξαν
τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.
ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων,
καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ
καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας
καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους.
οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι,
καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.
ἀνοίγεις σὺ τὰς χεῖράς σου
καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.
δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ
καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν,
πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.
θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει
καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς.
φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν
καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει.
αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου·
καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.


Πέμπτη 13 Απριλίου 2017

«Σήμερον ὁ Ἰούδας...»

«Σήμερον ὁ Ἰούδας
καταλιμπάνει τόν Διδάσκαλον
καί παραλαμβάνει τόν διάβολον·
τυφλοῦται τῷ πάθει τῆς φιλαργυρίας,
ἐκπίπτει τοῦ φωτός ὁ ἐσκοτισμένος∙
πῶς γάρ ἠδύνατο βλέπειν ὁ τόν φωστῆρα πωλήσας
τριάκοντα ἀργυρίων;
ἀλλ᾽ ἡμῖν ἀνέτειλεν ὁ παθών ὑπέρ τοῦ κόσμου∙
πρός ὅν βοήσωμεν∙
Ὁ παθών καί συμπαθῶν ἀνθρώποις, δόξα σοι».

♰♰♰♰♰♰♰
«Σήμερον ὁ Ἰούδας,
παραποιεῖται θεοσέβειαν,
καὶ ἀλλοτριοῦται τοῦ χαρίσματος,
ὑπάρχων μαθητής, γίνεται προδότης,
ἐν ἤθει φιλικῷ, δόλον ὑποκρύπτει,
καὶ προτιμᾶται ἀφρόνως
τῆς τοῦ Δεσπότου ἀγάπης,
τριάκοντα ἀργύρια
ὁδηγὸς γενόμενος, συνεδρίου παρανόμου.
Ἡμεῖς δὲ ἔχοντες σωτηρίαν τὸν Χριστόν,
αὐτὸν δοξάσωμεν.»

Παρασκευή 17 Μαρτίου 2017

Δαυΐδ, Ψαλμὸς 076 — «Τα Μπλουζ Της Ψυχής Μου» ... τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν;


ΦΩΝῌ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι.
ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.
ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. (διάψαλμα).
προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα.
διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα·
νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου.
μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;
ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; συνετέλεσε ρῆμα ἀπὸ γενεᾶς εἰς γενεάν;
μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; (διάψαλμα).
καὶ εἶπα· νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ῾Υψίστου.
ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου
καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω.
ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν;
σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου·

ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς ᾿Ιακὼβ καὶ ᾿Ιωσήφ. (διάψαλμα).
εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι,
πλῆθος ἤχους ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται·
φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.
ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.
ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ ᾿Ααρών.