Τρίτη 3 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 003ος
Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
But you, O Lord, are a shield about me,
my glory, and the lifter of my head.

Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; 
πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· 
πολλοὶ λέγουσι τῇ ψυχῇ μου· 
οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. 
Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, 
δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, 
καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. 
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· 
ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. 
Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ 
τῶν κύκλῳ συνεπιτιθεμένων μοι. 
Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, 
ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, 
ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 
Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Δεν υπάρχουν σχόλια: