Σελίδες

Κυριακή 29 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 029 — ΚΘ'
τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;

Εἰς τὸ τέλος· 
ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· Δαυΐδ.
🔆 ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με
καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.
🔆 Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·
🔆 Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, 
ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
🔆 ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, 
καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·
🔆ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· 
τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωΐ ἀγαλλίασις.
🔆 ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
🔆 Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· 
ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος.
🔆 πρὸς σέ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.
🔆 τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; 
μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
🔆 ἤκουσε Κύριος, καὶ ἠλέησέ με, Κύριος ἐγενήθη βοηθός μου.
🔆 ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, 
διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,
🔆 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ. 
Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.
Ψαλμός 29 κατά τη Μετάφραση Ο' (Μασ. 30 )