Παρασκευή, 12 Αυγούστου 2016

Ὕμνοι — Μεγαλυνάρια


Ἄξιον ἐστίν ὡς ἀληθῶς, 
μακαρίζειν Σε τήν Θεοτόκον, 
τήν ἀειμακάριστον καί παναμώμητον 
καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. 
Τήν τιμιωτέραν τῶν Χερουβείμ 
καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, 
τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, 
τήν ὄντως Θεοτόκον 
Σέ μεγαλύνομεν.

Τήν ὑψηλοτέραν τῶν οὐρανῶν 
καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, 
τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, 
τήν Δέσποιναν τοῦ κόσμου 
ὕμνοις τιμήσωμεν.

Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, 
ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή. 
Πρός Σέ καταφεύγω τήν Κεχαριτωμένην,
ἐλπίς ἀπηλπισμένων, 
Σύ μοι βοήθησον.

Δέσποινα καί Μήτηρ τοῦ Λυτρωτοῦ, 
δέξαι παρακλήσεις ἀναξίων Σῶν ἱκετῶν, 
ἵνα μεσιτεύσης πρός τόν ἐκ Σοῦ τεχθέντα, 
ὦ Δέσποινα τοῦ κόσμου 
γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως Σοί τήν ὠδήν, 
νῦν τῆ πανυμνήτῳ Θεοτόκῳ χαρμονικῶς. 
Μετά τοῦ Προδρόμου καί Πάντων τῶν Ἁγίων 
δυσώπει, Θεοτόκε, 
τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, 
τῶν μή προσκυνούντων τήν Εἰκόνα Σου τήν σεπτήν, 
τήν ἱστορηθεῖσαν ὑπό τοῦ Ἀποστόλου 
Λουκᾶ ἱερωτάτου, 
τήν Ὁδηγήτριαν.
Δημοσίευση σχολίου